Monday, June 30, 2008

Ἡ Ἱσπανία νικᾷ τὸ Εὐρωπαῖον κύπελλον ποδοσφαίρῳ


Μάχην καρτερὰν ἐν τῷ χθίζῳ τελικῷ ἀγῶνι ἐποιήσατο ἡ Ἱσπανικὴ ποδοσφαιρικὴ(1) ἴλη ὥστε τέλος τὰ τῆς Εὐρωπαίας ἁμίλλης πρωτεῖα πάλιν κρατεῖ μετὰ ἔτη πυκνῶν ἀποτυχιῶν τετταρακοντατέτταρα. τὴν γὰρ Ῥωσσίαν ἤδη νικήσασα ἐν τῷ ἡμιτελικῷ(2), ἡ Ἱσπανικὴ ἴλη περὶ τοῦ ἄθλου ἠγωνίζετο χθὲς τῇ Γερμανικῇ ἣ προτοῦ τὴν Τουρκίαν ἀπεκεκλείκει. ἡ δὲ Γερμανία, ἐπειδὴ ἤδη τρία τε παγκόσμια κύπελλα καὶ τρία Εὐρωπαῖα κατέχει καὶ πρὸς τοῖσδ' ἔτι εἴωθεν ἐν ταῖς μεγάλαις ἁμίλλαις πολλάκις ἕως τῶν τελικῶν(3) περιγίγνεσθαι, ἀεὶ δεινὸς ἀντίπαλός ἐστιν. ἀλλ΄ ὅμως ἐχθὲς ἐφάνησαν κρείττους καὶ δεινότεροι οἱ Ἰβήριοι(4) ἀθληταὶ ἄλλως τε καὶ τῷ τριακοστῷ τρίτῳ λεπτῷ,(5) ὅτε ὁ Φερνάνδος Τόρρες, καίπερ ἐνὸς ἐναντίου ἅμα τῷ τερματοφύλακι(6) ἔτι κωλύοντος, τὴν σφαῖραν λὰξ ἔβαλεν εὐθὺ τὸ τέρμα(7) εἴσω. μετὰ ταῦτα ἡ Γερμανία οὐχ οἵα τ' ἦν τὰ πράγματα ἀναστρέψαι.
Τοῦ ἀθλήματος εὐθὺς λήξαντος, οἱ ὀλολυγμοὶ καὶ οἱ παιᾶνες τῶν Ἱσπανῶν καὶ Ἱσπανοφίλων φιλαθλητῶν ἔν τε τῇ Αὐστρίᾳ, οὗ ὁ ἀγὼν ἐγένετο, καὶ δὴ καὶ ἐν τῇ ἑορταζούσῃ πατρίδι πολλοὶ καὶ μεγάλοι ἦσαν οἷον οὐδεπώποτε.

1) ποδόσφαιρον, τό - football, soccer
2) ἡμιτελικά, τά - semi-finals
3) τελικόν, τό - the final [round]
4) Ἰβήριος, ὁ - Iberian, i.e. Spanish
5) λεπτόν, τό - minute
6) τερματοφύλαξ, ὁ - the goalkeeper, goalie
7) τέρμα, τό - the goal

Tuesday, June 24, 2008

Ἀστρονόμοι τὸν τοῦ Ὀδυσσέως νόστον ζητοῦσιν


Κατὰ ἄρθρον(1) τῆς ἐφημερίδος(2) ἣ Καιροὶ Νέας 'Υόρκης καλείται, ἐρευνηταί τινες ἤγγειλαν ὅτι τὸν πιθανὸν χρόνον τῆς τοῦ Ὀδυσσέως οἴκαδε ἀφίξεως ἠκρίβωσαν. ἐν γὰρ τῷ τῆς Ὀδυσσείας εἰκοστῷ βιβλίῳ, τοῦ Ὀδυσσέως ἄρτι ἐς Ίθάκην ἀφικομένου ἀλλὰ ἔτι κρυπτομένου, τοὺς τῆς Πηνελόπης μνηστῆρας λοιδορεῖ ὁ μάντις ὄνομα Θεοκλύμενος φάσκων

ἠέλιος δὲ
οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς. (357)

οὓς στίχους ὁ Πλούταρχος ὑπέλαβεν περὶ ἡλίου ἐκλείψεως λέγειν. οἱ δὲ νῦν ἀστρονόμοι, οἷς ἔξεστιν ἀκριβῶς περὶ ἐκλείψεις καὶ ἕτερα τοιαῦτα εἰδέναι, εἰκάζουσι τὸν Ὀδυσσέα Ἰθάκηνδε νοστῆσαι ἐν τῷ 1178 πρὸ Χριστοῦ ἔτῃ ἡνίκα τῷ ὄντι ὑπὲρ τοῦ Ἰονίου πελάγους ἅμα μεσημβρίᾳ ἐγένετο ἔκλειψις. πρὸς τούτοις ὑποδεικνύασι καὶ ἄλλα σημεῖα τῆσδε εἰκασίας ἐν τῷ ἄρθρῳ ὃ ἀναγνοῖτε ἂν τῇδε. ὅμως μέντοι οἱ ἀκαδημαϊκοὶ φιλόλογοι, ὡς εἴωθεν, ἀπιστοῦσιν.

1) ἄρθρον, τό - (news) article
2) ἐφημερίς, ίδος, ἡ - а newspaper

Monday, June 23, 2008

Ἐν ἀρχῇ ἦν ὁ λόγος...

Ὁ δὲ Ἑλληνικὸς λόγος, ὥσπερ καὶ ὁ Λατινικός, καίπερ πολλάκις τε κοὐχ ἅπαξ ἀνὰ τοὺς αἰώνας ἐπανανεωσάμενος, πάλιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. ἤδη οὖν ἔνιοι φιλάρχαιοι τῇ τεχνολογίᾳ καὶ τῷ διαδικτύῳ(1) μηχανῶνται ὅπως τὰς γλώσσας ἀναζωπυρῶσιν αἷς τοσοῦτοι καὶ τοιοῦτοι ἀριπρεπεῖς ποιηταὶ καὶ συγγραφεῖς ἐχρήσαντο. κἀγὼ ἵνα μὴ ἄφωνος καὶ ἄμοιρος ὦ τοῦ οὕτως ἐσθλοῦ ἐπιτηδεύματος, διαφόρων δὲ ἱστοσελίδων(2) Ῥωμαϊστὶ ἤδη ὑπαρχόντων, γράψω αὖθις Ἀττικιστὶ ἐν τῇδε ἱστοσελίδι ἀνὰ πᾶσαν ἑβδομάδα τὰ νέα ἐν τῷ κόσμῳ γενόμενα.
Χαῖρε ἄρα, ὦ ξένε, καὶ δεῦρο πάλιν αὔριον ἐλθὲ ὡς ἀναγνῷς τι καινόν.

1) τὸ διαδίκτυον - the internet
2) ἡ ἱστοσελίς - a webpage