Sunday, November 24, 2013

Ἐχθές - τὸ ᾆσμα τῶν Κανθάρων (i.e. Beatles)



Τέως μὲν ἄλγη τηλοῦ μευ ἐφαίνετο,
νῦν δὲ παραμένειν ἐμαυτῷ,
ὢ 'γὼ πέποιθα τῷ χθίζῳ.

Ἄφνω δὴ οὐχ ἥμισύς εἰμι ἐμαυτοῦ,
κρέμαται σκιά τις ὑπέρ μου,
καὶ ταῦτ' ἐξ ἀπροσδοκήτου.

Τί κείνη φύγεν
οὐ μὲν οἶδα, οὐδ' ἔφη.
Φθέγξας τι κακὸν
νῦν ποθῶ τὸ παρελθό-ο-ο-ον.

Τέως μὲν ἔρως ῥᾴδιον ἦν παίγνιον,
νῦν δ' ἀποκρύψασθαί με χρεών,
ὢ 'γὼ πέποιθα τῷ χθίζῳ.

Monday, April 27, 2009

Νέος Πρόεδρος, Νέον Ἔτος, Καινή Ἀρχή;


Πρὶν νυν ὑμῖν μύθους τινὰς ἤδη παλαιοὺς ἀγγέλλειν, ὦ φιλάρχαιοι, χρή με ὑμῶν δεηθῆναι ὅπως μοι τὴν μακρὰν τῆς γραφῆς ἀμέλειαν συγγνῶτε. ἐπιτηδευμάτων γάρ ἄλλων τε πολλῶν καὶ δὴ καὶ ἐργασίας ἕνεκα, μάλ' ὀλιγάκις μοι σχολὴ πρὸς τὸ Ἑλληνικῶς γράφειν ἐγίγνετο ἐξ ὅτου τῆς Γεωργίας πέρι ὑμῖν πρότερον ἔγραψα.

Τὰ δὲ μεταξὺ πολλὰ καὶ θαυμαστά ἐστιν εἰπεῖν. Πρῶτον μὲν ᾑρέθην εἰς τὴν τῆς Ἀμερικῆς τε καὶ τῆς πάσης ἐλευθέρας, ὥς φησιν, οἰκουμένης ἀρχὴν ὁ ἤδη ἐπιφανέστατος Ὀβάμα, ὁ πρῶτος ἡμῖν Ἀφροαμερικανὸς πρόεδρος. Δεύτερον δ' ἐπὶ τοῦ πρόσθεν προέδρου Βοὺς
ἔτι τὸ τυραννικὸν ὑποκρινομένου, πρὶν τὸν Ὀβάμα τὴν ἀρχὴν παραλαβεῖν, εἰσέβαλον Ἰσραηλινοὶ δυνάμεις εἰς τὴν Γάζαν τοὺς τῆς Χαμὰς πολεμιστὰς δῆθεν τοὺς πυραύλοις(1) χρωμένους καταλύσοντες ὥστε ἀπέθανον Παλαιστίνιοι πλεῖν ἢ χίλιοι καὶ Ἰσραηλινοὶ τρεισκαίδεκα. τέως δὲ τοῦ ἐν Ἰρὰκ πολέμου οὐ λήξαντος οὐδὲ λήξοντος ἡ παρ' ἡμῖν οἰκονομία συνεχῶς κατέρρεεν.

Νυνδὴ, ὁ νέος πρόεδρος ὃς ἡμῖν
μεταβολλάς ὑπέσχετο ἤδη φαίνεται πολλὰ δρᾶν. Οὔπω δὲ φαίνονται ἐναργεῖς πρὸς τὸ βέλτιστον μεταβολλαὶ, ἀλλ' ὅμως πολλοὶ ἔτι τὸν Ὀβάμα σωτῆρα ἐλπίζουσιν εἶναι.

1) πύραυλος - rocket

Thursday, August 14, 2008

Ἡ μάχη περὶ τῆς Γεωργίας


Ῥωσσικαὶ δυνάμεις πρὸ πέντε ἡμερῶν εἰσέβαλον ἐς τὴν πρόσθεν Σοβιετικὴν καὶ γείτονα χώραν τῆς Γεωργίας. τοῦ Γεωργικοῦ στρατοῦ ἤδη πρότερον τὴν αὐτόνομον ἐπαρχίαν τὴν ὀνόματι Ὀσσετίαν ἐπελθόντος, οἱ Ῥῶσσοι παρέχουσιν ὡς ἀφορμὴν τῆς εἰσβολῆς τὴν τῶν τῆς Ὀσσετίας Ῥώσσων οἰκητῶν σωτηρίαν. αἱ μεγάλαι ἑσπερίαι χῶραι τὴν Ῥωσσίαν ψέγουσιν καὶ ἐκεχειρίαν ἀπετοῦσιν. πρὸς τούτοις, ὁ Ἀμερικανὸς πρόεδρος ἔπεμψεν βοήθειαν μὴ πολεμικὴν ἐς τὴν τῆς Γεωργίας πρωτεύουσαν πόλιν καὶ παρεδήλωσεν ὅτι ἡ Ἀμερικὴ ἴσως ἀποκλῄσει τὴν Ῥωσσίαν τῆς τῶν ὀκτὼ ζαπλούτων χωρῶν συστάσεως (G8) καὶ τῆς παγκοσμίας ὀργανώσεως ἐμπορίου (WTO). ὁ πολυπράγμων Γάλλος Σαρκοζὶ ἐβράβευσεν δῆθεν συνθήκας περὶ εἰρήνης. ὅμως οὔπω ἐγένετο αὓτη ἡ εἰρήνη.

Thursday, July 10, 2008

Ἐπίθεσις ἐπὶ Ἀμερικανικὴν πρεσβείαν - Ῥῆμα τοῦ ΜακΚέϊν ἐκπλήττει - Ὀβάμα καὶ Κλίντον ἀλλήλους ἐπαινοῦσιν


Τουρκία:
Τέτταρες ὡπλισμένοι ἄνδρες ἐχθὲς ἐπέθεντο τοῖς φύλαξιν ἔξω τῆς Ἀμερικανικῆς πρεσβίας ἐν τῇ Κωνσταντινουπόλει. ἐν δὴ τῇ σφοδρᾷ μάχῃ ἣ ἕσπετο τρεῖς τῶν ἐμπιπτόντων καὶ τρεῖς τῶν φυλάκων ἀπέθανον μολυβδίσι πληγέντες ἐν ᾧ ὁ λοιπὸς προσβάλλων οἷος τ' ἦν ἀποδρᾶναι. ὅμως οὐδεὶς τῶν Ἀμερικανῶν ἐβλάβη οἳ πάντες ἔνδον ἔμεινον ἐν τῷ ἀσφαλεῖ. ἔπειτα οἱ Τουρκικαὶ καὶ Ἀμερικανικαὶ ἀρχαὶ τὴν ἐπίθεσιν ἀποκάλεσαν "τρομοκρατικὴν
(1) ἐπιχείρησιν." ὁ δὲ φυγὰς ἔτι θηρεύεται.

ΗΠΑ (Ἠνωμέναι Πολιτεῖαι Ἀμερικῆς):
Ἐρωτώμενος πρώην περὶ αὐξανομένας πωλήσεις σιγὰρων(2) ἀπὸ
Ἀμερικῆς ἐς Περσίαν, ὁ τὴν προεδρίαν(3) σπεύδων ΜακKέϊν ἀπεκρίνατο ὅτι τοῦτο ἴσως τρόπος τις ἐστὶν
τοῦ ἀποκτείνειν τοὺς Πέρσας. ὁ ΜακΚέϊν ἢδη γνωστός ἐστι διὰ τὴν πικρὰν γλῶτταν.
ἐν τῷ μεταξὺ ὅ τε Ὀβάμα καὶ ἡ Κλίντον ἀλλήλους ἐπαινεῖν φαίνονται ἵνα τὸ δίχα κεχωρισμένον Δημοκρατικὸν ἐταιρικόν
(4) ἐνῶσιν.

1) τρομοκρατία, ἡ - terrorism
2) σιγάρον, τό - cigarette (i.e. increasing exports of cigarettes from the US to Iran)
3) προεδρία, ἡ - the presidency
4) τὸ Δημοκρατικὸν ἐταιρικόν - the Democratic Party

Monday, June 30, 2008

Ἡ Ἱσπανία νικᾷ τὸ Εὐρωπαῖον κύπελλον ποδοσφαίρῳ


Μάχην καρτερὰν ἐν τῷ χθίζῳ τελικῷ ἀγῶνι ἐποιήσατο ἡ Ἱσπανικὴ ποδοσφαιρικὴ(1) ἴλη ὥστε τέλος τὰ τῆς Εὐρωπαίας ἁμίλλης πρωτεῖα πάλιν κρατεῖ μετὰ ἔτη πυκνῶν ἀποτυχιῶν τετταρακοντατέτταρα. τὴν γὰρ Ῥωσσίαν ἤδη νικήσασα ἐν τῷ ἡμιτελικῷ(2), ἡ Ἱσπανικὴ ἴλη περὶ τοῦ ἄθλου ἠγωνίζετο χθὲς τῇ Γερμανικῇ ἣ προτοῦ τὴν Τουρκίαν ἀπεκεκλείκει. ἡ δὲ Γερμανία, ἐπειδὴ ἤδη τρία τε παγκόσμια κύπελλα καὶ τρία Εὐρωπαῖα κατέχει καὶ πρὸς τοῖσδ' ἔτι εἴωθεν ἐν ταῖς μεγάλαις ἁμίλλαις πολλάκις ἕως τῶν τελικῶν(3) περιγίγνεσθαι, ἀεὶ δεινὸς ἀντίπαλός ἐστιν. ἀλλ΄ ὅμως ἐχθὲς ἐφάνησαν κρείττους καὶ δεινότεροι οἱ Ἰβήριοι(4) ἀθληταὶ ἄλλως τε καὶ τῷ τριακοστῷ τρίτῳ λεπτῷ,(5) ὅτε ὁ Φερνάνδος Τόρρες, καίπερ ἐνὸς ἐναντίου ἅμα τῷ τερματοφύλακι(6) ἔτι κωλύοντος, τὴν σφαῖραν λὰξ ἔβαλεν εὐθὺ τὸ τέρμα(7) εἴσω. μετὰ ταῦτα ἡ Γερμανία οὐχ οἵα τ' ἦν τὰ πράγματα ἀναστρέψαι.
Τοῦ ἀθλήματος εὐθὺς λήξαντος, οἱ ὀλολυγμοὶ καὶ οἱ παιᾶνες τῶν Ἱσπανῶν καὶ Ἱσπανοφίλων φιλαθλητῶν ἔν τε τῇ Αὐστρίᾳ, οὗ ὁ ἀγὼν ἐγένετο, καὶ δὴ καὶ ἐν τῇ ἑορταζούσῃ πατρίδι πολλοὶ καὶ μεγάλοι ἦσαν οἷον οὐδεπώποτε.

1) ποδόσφαιρον, τό - football, soccer
2) ἡμιτελικά, τά - semi-finals
3) τελικόν, τό - the final [round]
4) Ἰβήριος, ὁ - Iberian, i.e. Spanish
5) λεπτόν, τό - minute
6) τερματοφύλαξ, ὁ - the goalkeeper, goalie
7) τέρμα, τό - the goal

Tuesday, June 24, 2008

Ἀστρονόμοι τὸν τοῦ Ὀδυσσέως νόστον ζητοῦσιν


Κατὰ ἄρθρον(1) τῆς ἐφημερίδος(2) ἣ Καιροὶ Νέας 'Υόρκης καλείται, ἐρευνηταί τινες ἤγγειλαν ὅτι τὸν πιθανὸν χρόνον τῆς τοῦ Ὀδυσσέως οἴκαδε ἀφίξεως ἠκρίβωσαν. ἐν γὰρ τῷ τῆς Ὀδυσσείας εἰκοστῷ βιβλίῳ, τοῦ Ὀδυσσέως ἄρτι ἐς Ίθάκην ἀφικομένου ἀλλὰ ἔτι κρυπτομένου, τοὺς τῆς Πηνελόπης μνηστῆρας λοιδορεῖ ὁ μάντις ὄνομα Θεοκλύμενος φάσκων

ἠέλιος δὲ
οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς. (357)

οὓς στίχους ὁ Πλούταρχος ὑπέλαβεν περὶ ἡλίου ἐκλείψεως λέγειν. οἱ δὲ νῦν ἀστρονόμοι, οἷς ἔξεστιν ἀκριβῶς περὶ ἐκλείψεις καὶ ἕτερα τοιαῦτα εἰδέναι, εἰκάζουσι τὸν Ὀδυσσέα Ἰθάκηνδε νοστῆσαι ἐν τῷ 1178 πρὸ Χριστοῦ ἔτῃ ἡνίκα τῷ ὄντι ὑπὲρ τοῦ Ἰονίου πελάγους ἅμα μεσημβρίᾳ ἐγένετο ἔκλειψις. πρὸς τούτοις ὑποδεικνύασι καὶ ἄλλα σημεῖα τῆσδε εἰκασίας ἐν τῷ ἄρθρῳ ὃ ἀναγνοῖτε ἂν τῇδε. ὅμως μέντοι οἱ ἀκαδημαϊκοὶ φιλόλογοι, ὡς εἴωθεν, ἀπιστοῦσιν.

1) ἄρθρον, τό - (news) article
2) ἐφημερίς, ίδος, ἡ - а newspaper

Monday, June 23, 2008

Ἐν ἀρχῇ ἦν ὁ λόγος...

Ὁ δὲ Ἑλληνικὸς λόγος, ὥσπερ καὶ ὁ Λατινικός, καίπερ πολλάκις τε κοὐχ ἅπαξ ἀνὰ τοὺς αἰώνας ἐπανανεωσάμενος, πάλιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. ἤδη οὖν ἔνιοι φιλάρχαιοι τῇ τεχνολογίᾳ καὶ τῷ διαδικτύῳ(1) μηχανῶνται ὅπως τὰς γλώσσας ἀναζωπυρῶσιν αἷς τοσοῦτοι καὶ τοιοῦτοι ἀριπρεπεῖς ποιηταὶ καὶ συγγραφεῖς ἐχρήσαντο. κἀγὼ ἵνα μὴ ἄφωνος καὶ ἄμοιρος ὦ τοῦ οὕτως ἐσθλοῦ ἐπιτηδεύματος, διαφόρων δὲ ἱστοσελίδων(2) Ῥωμαϊστὶ ἤδη ὑπαρχόντων, γράψω αὖθις Ἀττικιστὶ ἐν τῇδε ἱστοσελίδι ἀνὰ πᾶσαν ἑβδομάδα τὰ νέα ἐν τῷ κόσμῳ γενόμενα.
Χαῖρε ἄρα, ὦ ξένε, καὶ δεῦρο πάλιν αὔριον ἐλθὲ ὡς ἀναγνῷς τι καινόν.

1) τὸ διαδίκτυον - the internet
2) ἡ ἱστοσελίς - a webpage